TLG 1875 002 :: ARISTODEMUS :: Fragmenta

ARISTODEMUS Hist. Myth.
(Nyssensis: 1 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 307–311.

  • Frr. 1–14
  • Fr. 14 verba Latina solum

Citation: Fragment — (line)

t1a-1c

ΙΣΤΟΡΙΑΙ. E LIBRO PRIMO.

1a

Parthenius Erot. c. 8: Περὶ Ἡρίππης. (Ἱστορεῖ Ἀριστόδημος ὁ Νυσαεὺς ἐν αʹ Ἱστοριῶν περὶ τούτων, πλὴν ὅτι τὰ ὀνόματα ὑπαλλάττει, ἀντὶ Ἡρίππης κα‐ λῶν Γυθυμίαν, τὸν δὲ βάρβαρον Καυάραν.) —Ὅτε
5δὲ οἱ Γαλάται κατέδραμον τὴν Ἰωνίαν καὶ τὰς πόλεις ἐπόρθουν, ἐν Μιλήτῳ Θεσμοφορίων ὄντων καὶ συνη‐ θροισμένων γυναικῶν ἐν τῷ ἱερῷ, ὃ βραχὺ τῆς πόλεως ἀπέχει, ἀποσπασθέν τι μέρος τοῦ βαρβαρικοῦ διῆλθεν εἰς τὴν Μιλησίαν καὶ ἐξαπιναίως ἐπιδραμὸν ἀνεῖλεν τὰς
10γυναῖκας. Ἔνθα δὴ τὰς μὲν ἐρρύσαντο, πολὺ ἀργύριόν τε καὶ χρυσίον ἀντιδόντες, τινὲς δὲ, τῶν βαρβάρων αὐ‐ ταῖς οἰκειωθέντων, ἀπήχθησαν, ἐν δὲ αὐταῖς καὶ Ἡρίπ‐ πη, γυνὴ Ξάνθου, ἀνδρὸς ἐν Μιλήτῳ πάνυ δοκίμου γέ‐ νους τε τοῦ πρώτου, παιδίον ἀπολιποῦσα διετές. Ταύτης
15πολὺν πόθον ἔχων ὁ Ξάνθος ἐξηργυρίσατο μέρος τῶν ὑπαργμάτων, καὶ κατασκευασάμενος χρυσοῦς δισχιλίους τὸ μὲν πρῶτον εἰς Ἰταλίαν ἐπεραιώθη· ἐντεῦθεν δὲ ὑπὸ ἰδιοξένων τινῶν κομιζόμενος εἰς Μασσαλίαν ἀφι‐ κνεῖται, κἀκεῖθεν εἰς τὴν Κελτικήν· καὶ προσελθὼν τῇ
20οἰκίᾳ, ἔνθα αὐτοῦ συνῆν ἡ γυνὴ ἀνδρὶ τῶν μάλιστα παρὰ Κελτοῖς δοξαζομένων, ὑποδοχῆς ἐδεῖτο τυχεῖν. Τῶν δὲ διὰ φιλοξενίαν ἑτοίμως αὐτὸν ὑποδεξαμένων, εἰσελθὼν ὁρᾷ τὴν γυναῖκα, καὶ αὐτὸν ἐκείνη, τὼ χεῖρε ἀμφιβαλοῦσα, μάλα φιλοφρόνως προσηγάγετο. Παρα‐
25χρῆμα δὲ τοῦ Κελτοῦ παραγενομένου, διεξῆλθεν αὐτῷ τήν τε ἄλην τἀνδρὸς ἡ Ἡρίππη, καὶ ὡς αὐτῆς ἕνεκα ἥκοι λύτρα καταθησόμενος· ὁ δὲ ἠγάσθη τῆς ψυχῆς τὸν Ξάνθον, καὶ αὐτίκα συνουσίαν ποιησάμενος τῶν μάλιστα προσηκόντων, ἐξένιζεν αὐτόν· παρατείνοντος
30δὲ τοῦ πότου, τὴν γυναῖκα συγκατακλίνει αὐτῷ καὶ δι’ ἑρμηνέως ἐπυνθάνετο, πηλίκην οὐσίαν εἴη κεκτημένος τὴν σύμπασαν· τοῦ δὲ εἰς ἀριθμὸν χιλίων χρυσῶν φή‐ σαντος, ὁ βάρβαρος εἰς τέσσαρα μέρη κατανέμειν αὐτὸν ἐκέλευε, καὶ τὰ μὲν τρία ὑπεξαιρεῖσθαι, αὑτῷ, γυναικὶ,
35παιδίῳ, τὸ δὲ τέταρτον ἀπολείπειν ἄποινα τῆς γυναι‐ κός. Ὡς δὲ ἐς κοῖτόν ποτε ἀπετράπετο, πολλὰ κατε‐ μέμφετο τὸν Ξάνθον ἡ γυνὴ διὰ τὸ μὴ ἔχοντα τοσοῦτο χρυσίον ὑποσχέσθαι τῷ βαρβάρῳ, κινδυνεύειν τε αὐτὸν, εἰ μὴ ἐμπεδώσειε τὴν ἐπαγγελίαν· τοῦ δὲ φήσαντος, ἐν307
40ταῖς κρηπῖσι τῶν παίδων καὶ ἄλλους τινὰς χιλίους χρυ‐ σοῦς κεκρύφθαι διὰ τὸ μὴ ἐλπίζειν ἐπιεικῆ τινα βάρ‐ βαρον καταλήψεσθαι, δεήσειν δὲ πολλῶν λύτρων, ἡ γυνὴ τῇ ὑστεραίᾳ τῷ Κελτῷ καταμηνύει τὸ πλῆθος τοῦ χρυ‐ σοῦ καὶ παρεκελεύετο κτεῖναι τὸν Ξάνθον, φάσκουσα
45πολὺ μᾶλλον αἱρεῖσθαι αὐτὸν τῆς τε πατρίδος καὶ τοῦ παιδίου, τὸν μὲν γὰρ Ξάνθον παντάπασιν ἀποστυγεῖν. Τῷ δὲ ἄρα οὐ πρὸς ἡδονῆς ἦν τὰ λεχθέντα, ἐν νῷ δὲ εἶχεν αὐτὴν τίσασθαι. Ἐπειδὴ δὲ ὁ Ξάνθος ἐσπούδαζεν ἀπιέναι, μάλα φιλοφρόνως προὔπεμπεν ὁ Κελτὸς, ἐπα‐

1a

(50)

γόμενος καὶ τὴν Ἡρίππην· ὡς δὲ ἐπὶ τοὺς ὅρους τῆς Κελτῶν χώρας ἀφίκετο, θυσίαν ὁ βάρβαρος ἔφη τελέ‐ σαι βούλεσθαι πρὶν αὐτοὺς ἀπ’ ἀλλήλων χωρισθῆναι, καὶ κομισθέντος ἱερείου, τὴν Ἡρίππην ἐκέλευεν ἀντι‐ λαβέσθαι· τῆς δὲ κατασχούσης, ὡς καὶ ἄλλοτε σύνηθες
55αὐτῇ, ἐπανατεινάμενος τὸ ξίφος καθικνεῖται καὶ τὴν κεφαλὴν αὐτῆς ἀφαιρεῖ, τῷ τε Ξάνθῳ παρεκελεύετο μὴ δυσφορεῖν, ἐξαγγείλας τὴν ἐπιβουλὴν αὐτῆς, ἐπέτρεπέ τε τὸ χρυσίον ἅπαν κομίζειν αὐτῷ.

1b

Syncellus: Ἱστοροῦσι δὲ οἱ περὶ Ἀριστόδημον τὸν Ἠλεῖον ὡς ἀπὸ εἰκοστῆς καὶ ἑβδόμης Ὀλυμπιάδος ἤρξαντο οἱ ἀθληταὶ ἀναγράφεσθαι, ὅσοι δη‐ λαδὴ νικηφόροι· πρὸ τοῦ γὰρ οὐδεὶς ἀνεγράφη, ἀμελη‐
5σάντων τῶν προτέρων. Τῇ δὲ εἰκοστῇ ὀγδόῃ τὸ στάδιον νικῶν Κόροιβος Ἠλεῖος ἀνεγράφη πρῶτος, καὶ ἡ Ὀλυμ‐ πιὰς αὕτη πρώτη ἐτάχθη, ἀφ’ ἧς Ἕλληνες ἀριθμοῦσι τοὺς χρόνους. Τὰ δὲ αὐτὰ τῷ Ἀριστοδήμῳ καὶ Πολύ‐ βιος ἱστορεῖ.

1c

Harpocratio: Ἑλλανοδίκαι ... Ἀριστοτέλης Ἠλείων πολιτείᾳ τὸ μὲν πρῶτόν φησιν ἕνα καταστῆσαι τοὺς Ἠλείους Ἑλλανοδίκην, χρόνου δὲ διελθόντος βʹ, τὸ δὲ τελευταῖον θʹ· Ἀριστόδημος δ’ ὁ Ἠλεῖός φησι τοὺς
5τελευταίους τιθέντας τὸν ἀγῶνα Ἑλλανοδίκας εἶναι ιʹ, ἀφ’ ἑκάστης φυλῆς ἕνα.

t1d

ΘΗΒΑΪΚΑ ΕΠΙΓΡΑΜΜΑΤΑ E LIBRO PRIMO.308

1d

Schol. Apoll. Rhod. II, 904: Ὅτι κατεπολέμη‐ σεν Ἰνδοὺς ὁ Διόνυσος, Διονύσιος φησὶ καὶ Ἀριστόδη‐ μος ἐν πρώτῳ Θηβαϊκῶν ἐπιγραμμάτων.

t2a-6

ΘΗΒΑΙΚΑ.

2a

(t)

E LIBRO SECUNDO.
1 Schol. Theocrit. VII, 103: Ὅμολος δὲ Θετταλίας ὄρος, ὡς Ἔφορος καὶ Ἀριστόδημος ὁ Θηβαῖος, ἐν οἷς ἱστορεῖ περὶ τῆς ἑορτῆς τῶν Ὁμολωίων.

2b

Schol. Eur. Phoen. 1119: Ὁμολωίσι. Πύλαι Θη‐ βῶν αὗται οὕτως ἐκλήθησαν ἀπὸ Ὁμολωέως τοῦ Ἀμ‐ φίονος. Τοὺς γὰρ περὶ Ἀμφίονά φασι σὺν τοῖς παισὶν ἅμα Κάδμῳ τειχίσαι τὴν πόλιν. Ἀριστόδημος δ’ αὐτάς
5φησιν οὕτω κληθῆναι διὰ τὸ πλησίον εἶναι τοῦ Ὁμο‐ λωοῦ. Ἄλλοι δὲ ἀπὸ μιᾶς τῶν Νιόβης θυγατέρων, Ὁμολωΐδος καλουμένης.

2c

Photius Lex.: Ὁμολώϊος Ζεύς, ἐν Θήβαις καὶ ἐν ἄλλαις πόλεσι Βοιωτίας, καὶ ἐν Θεσσαλίᾳ ἀπὸ Ὁμο‐ λώας προφήτιδος τῆς Ἐνυέως· ἣν προφῆτιν εἰς Δελ‐
5φοὺς πεμφθῆναι ὁ Ἀριστοφάνης ἐν δευτέρῳ Θηβαϊκῶν· Ἴστρος δὲ κ. τ. λ.

2d

Schol. Eurip. Phoen. 1113: [Ὠγύγια δ’ εἰς πυ‐ λώμαθ’] Ὠγύγια προσηγορεύθη, φησὶν Ἀριστόδημος, διὰ τὸ τοὺς περὶ Ἀμφίονα καὶ Ζῆθον, τειχίζοντας τὰς Θήβας, παρὰ τὸν Ὠγύγου τοῦ βασιλέως τάφον αὐτὰς
5τάξαι.

3

Schol. Eur. Phoen. 159: [ἑπτὰ παρθένων] Ὁ Ἀρι‐ στόδημος οὐδαμοῦ ἐν ταῖς Θήβαις φησὶ τῶν Νιοβιδῶν εἶναι τάφον, ὅπερ ἐστὶν ἀληθές· ὡς αὐτοσχεδιάζειν οὖν ἔοικεν Εὐριπίδης.

4

Schol. Eur. Phoen. 1156: Πρὸς ταῖς Κρηναίαις πύλαις φησὶ τὸν Παρθενοπαῖον ὑπὸ τοῦ Περικλυμένου λιθοβοληθῆναι Ἀριστόδημος.

5

Photius Lex.: Τευμησία. Περὶ τῆς Τευμησίας ἀλώπεκος οἱ τὰ Θηβαϊκὰ γεγραφότες ἱκανῶς ἱστορήκα‐ σι, καθάπερ Ἀριστόδημος. Ἐπιπεμφθῆναι μὲν γὰρ ὑπὸ θεῶν τὸ θηρίον τοῦτο τοῖς Καδμείοις, διότι τῆς βασιλείας
5ἐξέκλειον τοὺς ἀπὸ Κάδμου γεγονότας· Κέφαλον δέ φασι τὸν Δηιόνος, Ἀθηναῖον ὄντα καὶ κύνα κεκτημένον, ὃν οὐδὲν διέφευγε τῶν θηρίων· ὃς ἀπέκτεινεν ἄκων τὴν ἑαυτοῦ γυναῖκα Πρόκριν, καθηράντων αὐτὸν τῶν
Καδμείων· διώκειν τὴν ἀλώπεκα μετὰ τοῦ κυνός· κα‐309
10ταλαμβανομένους δὲ περὶ τὸν Τευμησὸν, λίθους γενέσθαι τόν τε κύνα καὶ τὴν ἀλώπεκα. Εἰλήφασι δ’ οὗτοι τὸν μῦθον ἐκ τοῦ Ἐπικοῦ κύκλου.

6

Schol. in Hom. Il. ξ, 1: Μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ ὁ Πριάμου καὶ μετὰ τὸν θάνατον τὴν τῶν θεῶν ηὐτύχησε τιμήν. Οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι, πιεζό‐
5μενοι κακοῖς, ἐμαντεύσαντο περὶ ἀπαλλαγῆς. Χρησμὸς δὲ αὐτοῖς ἐδόθη παύσασθαι τὰ δεινὰ, ἐὰν ἐξ Ὀφρυνίου τῆς Τρωάδος τὰ Ἕκτορος ὀστᾶ διακομισθῶσιν εἰς τὸν παρ’ αὐτοῖς καλούμενον Διὸς γονὰς τόπον. Οἱ δὲ τοῦτο ποιήσαντες καὶ τῶν κακῶν ἀπαλλαγέντες, διὰ τιμῆς
10ἔσχον Ἕκτορα, κατά τε τοὺς ἐπείγοντας καιροὺς ἐπι‐ καλοῦνται τὴν ἐπιφάνειαν αὐτοῦ. Ἡ ἱστορία παρὰ Ἀρι‐ στοδήμῳ.

t7-11

ΓΕΛΟΙΑ ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ.

t7-9

E LIBRO SECUNDO.

7

Athenaeus VI: Ἀριστόδημος δ’ ἐν δευτέρῳ Γελοίων ἀπομνημονευμάτων παρασίτους ἀναγράφει, Ἀντιόχου μὲν τοῦ βασιλέως Σώστρατον, Δημητρίου δὲ τοῦ Πολιορκητοῦ Εὐαγόραν τὸν κυρτὸν, Σελεύκου δὲ
5Φορμίωνα.

8

Idem VIII: Ἀριστόδημος δὲ ἐν δευτέρῳ Γελοίων ἀπομνημονευμάτων φησί· «Δωρίωνος τοῦ κρουματοποιοῦ, κυλλόποδος ὄντος, ἀπώλετο ἐν συμπο‐ σίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. Καὶ ὃς, Οὐδὲν, ἔφη,
5πλεῖον καταράσομαι τῷ κλέψαντι, ἢ ἁρμόσαι αὐτῷ τὸ σανδάλιον.»

9

Idem XIII: Ἀριστόδημος δ’ ἐν δευτέρῳ Γελοίων ἀπομνημονευμάτων, «Γνάθαιναν, φησὶ, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας· ἀναγωγότε‐ ρον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος, Πῶς,
5ἔφησεν, ἢ ὅτι δύο ποταμοὶ ἐμβάλλετέ μοι, Λύκος καὶ Ἐλεύθερος; Ἐπὶ δὲ τὴν θυγατέρα τῆς Γναθαίνης πτωχῶν ἐραστῶν κωμαζόντων, καὶ ἀπειλούντων κατα‐ σκάψειν τὴν οἰκίαν, ἐνηνοχέναι γὰρ δικέλλας καὶ ἄμας, Εἰ ταῦτ’ εἴχεθ’ ὑμεῖς, εἶπεν ἡ Γνάθαινα, ἐνέχυρα
10θέντες τὸ μίσθωμα ἂν ἀπεστείλατε.»

t10-11

E LIBRIS INCERTIS.

10

Idem VIII: Ἀριστόδημος δ’ ἐν τοῖς Γελοίοις ἀπομνημονεύμασιν Εὐφράνορά φησι τὸν ὀψοφάγον, ἀκούσαντα ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανε θερμὸν ἰχθύος τέμαχος καταπιὼν, ἀναφωνῆσαι, Ἱερόσυλος ὁ θάνατος.

11

Idem VI: Ἀριστόδημος δ’ ἱστορεῖ, Βί‐
θυν, τὸν Λυσιμάχου τοῦ βασιλέως παράσιτον, ἐπεὶ αὐ‐ τοῦ εἰς τὸ ἱμάτιον ὁ Λυσίμαχος ἐνέβαλε ξύλινον σκορ‐ πίον, ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγε‐310
5νημένον, Κἀγὼ σὲ, φησὶν, ἐκφοβήσω, βασιλεῦ· δός μοι τάλαντον. Ἦν δ’ ὁ Λυσίμαχος μικρολογώτατος.

t12

ΜΥΘΙΚΩΝ ΣΥΝΑΓΩΓΗ. E LIBRO TERTIO.

12

Plutarch. Par. min. c. 35: Λοιμοῦ κατασχόντος Λακεδαίμονα, ἔχρησεν ὁ θεὸς παύσασθαι, ἐὰν παρθέ‐ νον εὐγενῆ κατὰ ἔτος θύσωσιν. Ἑλένης δέ ποτε κληρω‐ θείσης, καὶ προαχθείσης κεκοσμημένης, ἀετὸς καταπτὰς
5ἥρπασε τὸ ξίφος, καὶ ἐς τὰ βουκόλια κομίσας ἐπὶ δά‐ μαλιν κατέθηκεν· ὅθεν ἀπέσχοντο τῆς παρθενοκτονίας· ὡς Ἀριστόδημος ἐν τρίτῃ Μυθικῇ συναγωγῇ.

14

Tertullianus De ani‐ ma c. 46: Philippus Macedo, nondum pater, Olympiadis uxoris naturam obsignasse [se] viderat annulo. Leo erat signum. Crediderat prae‐
5clusam genituram. Opinor quia leo semel pater est. Aristodemus vel Aristophon coniectans, imo nihil vacuum obsignari; filium et quidem maximi impe‐ tus portendi. Alexandrum qui sciunt, leonem an‐
nuli recognoscunt.311